Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 43.25 Dem. 43.28 (English) >>Dem. 43.31

43.27τούτων δʼ οὕτως ἐχόντων, τῷ μὲν παιδὶ τουτῳί ἐστιν ὄνομα τῶν ἐν τῷ νόμῳ εἰρημένων, καὶ μέχρι ὧν νόμος κελεύει τὴν ἀγχιστείαν εἶναι· ἀνεψιοῦ γὰρ Ἁγνίου παῖς ἐστιν· γὰρ πατὴρ αὐτοῦ Εὐβουλίδης ἀνεψιὸς ἦν Ἁγνίᾳ, οὗ ἐστιν κλῆρος. δέ γε Θεόπομπος τουτουὶ πατὴρ Μακαρτάτου οὐκ ἂν εἶχεν ὄνομα θέσθαι αὑτῷ τῶν ἐν τῷ νόμῳ εἰρημένων οὐδέν· ἐξ ἑτέρου γὰρ οἴκου ἦν, τοῦ Στρατίου. 43.28οὐ προσήκει δέ, ἄνδρες δικασταί, οὐδένα ἀνθρώπων ἔχειν τὸν κλῆρον τὸν Ἁγνίου ἐξ ἑτέρου οἴκου ὄντα, ἕως ἄν τις λείπηται τῶν γενομένων ἐν τῷ οἴκῳ τῷ Ἁγνίου, οὐδʼ ἐκβάλλειν βίᾳ, ὅπερ οὗτοι διαπράττονται, γένει τε ἀπωτέρω ὄντες καὶ οὐκ ἐν τῷ αὐτῷ οἴκῳ. τοῦτο γάρ ἐστιν, ἄνδρες δικασταί, παρεκρούσατο Θεόπομπος τουτουὶ πατὴρ Μακαρτάτου. 43.29τίνες οὖν οἱ λοιποί; οἱ ἔτι νῦν ὄντες ἐν τῷ οἴκῳ τῷ Ἁγνίου, Φυλομάχη τε ἐμὴ γυνή, Εὐβουλίδου δὲ θυγάτηρ οὖσα τοῦ ἀνεψιοῦ τοῦ Ἁγνίου, καὶ οὑτοσὶ παῖς εἰσηγμένος εἰς τὸν οἶκον τὸν Εὐβουλίδου καὶ Ἁγνίου. Θεόπομπος δὲ τουτουὶ πατὴρ Μακαρτάτου, οὐκ ὢν τοῦ οἴκου τοῦ Ἁγνίου, ἐψεύσατο πρὸς τοὺς δικαστὰς ὑπερμέγεθες ψεῦδος περί τε τῆς Φυλομάχης τῆς τοῦ Πολέμωνος ἀδελφῆς, τηθίδος δὲ Ἁγνίου, ὅτι οὐκ ἦν τῷ Πολέμωνι τῷ τοῦ Ἁγνίου υἱεῖ ὁμοπατρία καὶ ὁμομητρία ἀδελφή, καὶ πάλιν προσποιούμενος τοῦ αὐτοῦ οἴκου εἶναι Ἁγνίᾳ, οὐδεπώποτε γενόμενος.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 43.25 Dem. 43.28 (English) >>Dem. 43.31

Powered by PhiloLogic